TLG 1163 001 :: Claudius APOLLINARIUS :: Fragmenta Claudius APOLLINARIUS Apol., vel Apollinaris Fragmenta
Citation: Fragment — (line) | ||
1(t) | Ex Apologia. | |
1 | ... ἐξ ἐκείνου τὴν δι’ εὐχῆς τὸ παράδοξον πεποιηκυῖαν λε‐ γεῶνα οἰκείαν τῷ γεγονότι πρὸς τοῦ βασιλέως εἰληφέναι προση‐ | |
---|---|---|
5 | γορίαν, κεραυνοβόλον τῇ Ῥω‐ μαίων ἐπικληθεῖσαν φωνῇ. | |
2(t) | Fortasse ex eadem. | |
1 | Εἰρηναῖός τε καὶ Κλήμης, Ἀ‐ πολινάριός τε ὁ Ἱεραπολίτης καὶ Σεραπίων ὁ τῆς ἐν Ἀντιοχείᾳ προεστὼς ἐκκλησίας, ἔμψυχον | |
5 | τὸν ἐνανθρωπήσαντα ἐν τοῖς πονηθεῖσιν αὐτοῖς λόγοις ὡς ὁμολογούμενον [αὐτοῖς] φά‐ σκουσιν. | |
3(t) | Ex libro De pascha. | |
1 | Εἰσὶ τοίνυν οἳ δι’ ἄγνοιαν φι‐ λονεικοῦσι περὶ τούτων, συγ‐ γνωστὸν πρᾶγμα πεπονθότες· ἄγνοια γὰρ οὐ κατηγορίαν ἀνα‐ | |
5 | δέχεται, ἀλλὰ διδαχῆς προσδεῖ‐ | |
ται· καὶ λέγουσιν ὅτι τῇ ιδʹ τὸ πρόβατον μετὰ τῶν μαθητῶν ἔφαγεν ὁ κύριος, τῇ δὲ μεγάλῃ ἡμέρᾳ τῶν ἀζύμων αὐτὸς ἔπα‐ | 486 | |
10 | θεν, καὶ διηγοῦνται Ματθαῖον οὕτω λέγειν ὡς νενοήκασιν· ὅθεν ἀσύμφωνός τε νόμῳ ἡ νόησις αὐτῶν, καὶ στασιάζειν δοκεῖ κατ’ αὐτοὺς τὰ εὐαγγέλια. | |
4(t) | Ex codem libro. | |
1 | Ἡ ιδʹ τὸ ἀληθινὸν τοῦ κυρίου πάσχα, ἡ θυσία ἡ μεγάλη, ὁ ἀντὶ τοῦ ἀμνοῦ παῖς θεοῦ, ὁ δεθείς, ὁ δήσας τὸν ἰσχυρόν, | |
5 | καὶ ὁ κριθεὶς κριτὴς ζώντων καὶ νεκρῶν, καὶ ὁ παραδοθεὶς εἰς χεῖρας ἁμαρτωλῶν ἵνα σταυ‐ ρωθῇ, ὁ ὑψωθεὶς ἐπὶ κερά‐ των μονοκέρωτος, καὶ ὁ τὴν | |
10 | ἁγίαν πλευρὰν ἐκκεντηθείς, ὁ ἐκχέας ἐκ τῆς πλευρᾶς αὐτοῦ τὰ δύο πάλιν καθάρσια, ὕδωρ καὶ αἷμα, λόγον καὶ πνεῦμα, καὶ ὁ ταφεὶς ἐν ἡμέρᾳ τῇ | |
15 | τοῦ πάσχα, ἐπιτεθέντος τῷ | |
μνήματι τοῦ λίθου. | 487 |